Скачать книгу
καὶ ψώρας ἁπάσης δυσιατότερον. τῶν γοῦν καθ’ ἡµᾶς τις σοφιστῶν τά τ’ ἄλλα καὶ περὶ τοὺς ἐριστικοὺς λόγους ἱκανῶς συγκεκροτηµένος καὶ δεινὸς εἰπεῖν, εἴπερ τις ἄλλος, ἀφικόµενος ἐµοί ποθ’ ὑπὲρ τούτων εἰς λόγους, τοσοῦτον ἀπέδει τοῦ δυσωπεῖσθαι πρός τινος τῶν εἰρηµένων, ὥστε καὶ θαυµάζειν ἔφασκεν ἐµοῦ τὰ σαφῶς φαινόµενα λόγοις ληρώδεσιν ἀνατρέπειν ἐπιχειροῦντος. ἐναργῶς γὰρ ὁσηµέραι θεωρεῖσθαι τὰς κύστεις ἁπάσας, εἴ τις αὐτὰς ἐµπλήσειεν ὕδατος ἢ ἀέρος, εἶτα δήσας τὸν τράχηλον πιέζοι πανταχόθεν, οὐδαµόθεν µεθιείσας οὐδέν, ἀλλ’ ἀκριβῶς ἅπαν ἐντὸς ἑαυτῶν στεγούσας. καίτοι γ’ εἴπερ ἦσάν τινες ἐκ τῶν νεφρῶν εἰς αὐτὰς ἥκοντες αἰσθητοὶ καὶ µεγάλοι πόροι, πάντως ἄν, ἔφη, δι’ ἐκείνων, ὥσπερ εἰσῄει τὸ ὑγρὸν εἰς αὐτάς, οὕτω καὶ θλιβόντων ἐξεκρίνετο. ταῦτα καὶ τὰ τοιαῦτ’ εἰπὼν ἐξαίφνης ἀπταίστῳ καὶ σαφεῖ τῷ στόµατι τελευτῶν ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡµᾶς ὡς οὐδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναµένους. οὕτως οὐ µόνον ὑγιὲς οὐδὲν ἴσασιν οἱ ταῖς αἱρέσεσι δουλεύοντες, ἀλλ’ οὐδὲ µαθεῖν ὑποµένουσι. δέον γὰρ ἀκοῦσαι τὴν αἰτίαν, δι’ ἣν εἰσιέναι µὲν δύναται διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν τὸ ὑγρόν, ἐξιέναι δ’ αὖθις ὀπίσω τὴν αὐτὴν ὁδὸν οὐκέθ’ οἷόν τε, καὶ θαυµάσαι τὴν τέχνην τῆς φύσεως, οὔτε µαθεῖν ἐθέλουσι καὶ λοιδοροῦνται προσέτι µάτην ὑπ’ αὐτῆς ἄλλα τε πολλὰ καὶ τοὺς νεφροὺς γεγονέναι φάσκοντες. εἰσὶ δ’ οἳ καὶ δειχθῆναι παρόντων αὐτῶν τοὺς ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐµφυοµένους οὐρητῆρας ὑποµείναντες ἐτόλµησαν εἰπεῖν οἱ µέν, ὅτι µάτην καὶ οὗτοι γεγόνασιν, οἱ δ’, ὅτι σπερµατικοί τινές εἰσι πόροι καὶ διὰ τοῦτο κατὰ τὸν τράχηλον αὐτῆς, οὐκ εἰς τὸ κῦτος ἐµφύονται. δείξαντες οὖν ἡµεῖς αὐτοῖς τοὺς ὡς ἀληθῶς σπερµατικοὺς πόρους κατωτέρω τῶν οὐρητήρων ἐµβάλλοντας εἰς τὸν τράχηλον, νῦν γοῦν, εἰ καὶ µὴ πρότερον, ᾠήθηµεν ἀπάξειν τε τῶν ψευδῶς ὑπειληµµένων ἐπί τε τἀναντία µεταστήσειν αὐτίκα. οἱ δὲ καὶ πρὸς τοῦτ’ ἀντιλέγειν ἐτόλµων οὐδὲν εἶναι θαυµαστὸν εἰπόντες, ἐν ἐκείνοις µὲν ὡς ἂν στεγανωτέροις οὖσιν ἐπὶ πλέον ὑποµένειν τὸ σπέρµα, κατὰ δὲ τοὺς ἀπὸ τῶν νεφρῶν ὡς ἂν ἱκανῶς ἀνευρυσµένους ἐκρεῖν διὰ ταχέων. ἡµεῖς οὖν ἠναγκάσθηµεν αὐτοῖς τοῦ λοιποῦ δεικνύειν εἰσρέον τῇ κύστει διὰ τῶν οὐρητήρων τὸ οὖρον ἐναργῶς ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου, µόγις ἂν οὕτω ποτὲ τὴν φλυαρίαν αὐτῶν ἐπισχήσειν ἐλπίζοντες. ὁ δὲ τρόπος τῆς δείξεώς ἐστι τοιόσδε. διελεῖν χρὴ τὸ πρὸ τῶν οὐρητήρων περιτόναιον, εἶτα βρόχοις αὐτοὺς ἐκλαβεῖν κἄπειτ’ ἐπιδήσαντας ἐᾶσαι τὸ ζῷον· οὐ γὰρ ἂν οὐρήσειεν ἔτι. µετὰ δὲ ταῦτα λύειν µὲν τοὺς ἔξωθεν δεσµούς, δεικνύναι δὲ κενὴν µὲν τὴν κύστιν, µεστοὺς δ’ ἱκανῶς καὶ διατεταµένους τοὺς οὐρητῆρας καὶ κινδυνεύοντας ῥαγῆναι κἄπειτα τοὺς βρόχους αὐτῶν
Скачать книгу