ТОП просматриваемых книг сайта:
Сочинения. Том 5. Гален
Читать онлайн.11. Αὐτοῦ δὲ δὴ πάλιν ἀναµνηστέον ἡµῖν τοῦ τέλους, οὗπερ ἕνεκα τοσαῦτά τε καὶ τοιαῦτα τῇ φύσει δεδηµιούργηται µόρια. τὸ µὲν οὖν ὄνοµα τοῦ πράγµατος, ὥσπερ καὶ πρότερον εἴρηται, θρέψις· ὁ δὲ κατὰ τοὔνοµα λόγος ὁµοίωσις τοῦ τρέφοντος τῷ τρεφοµένῳ. ἵνα δ’ αὕτη γένηται, προηγήσασθαι χρὴ πρόσφυσιν, ἵνα δ’ ἐκείνη, πρόσθεσιν. ἐπειδὰν γὰρ ἐκπέσῃ τῶν ἀγγείων ὁ µέλλων θρέψειν ὁτιοῦν τῶν τοῦ ζῴου µορίων χυµός, εἰς ἅπαν αὐτὸ διασπείρεται πρῶτον, ἔπειτα προστίθεται κἄπειτα προσφύεται καὶ τελέως ὁµοιοῦται. δηλοῦσι δ’ αἱ καλούµεναι λεῦκαι τὴν διαφορὰν ὁµοιώσεώς τε καὶ προσφύσεως, ὥσπερ τὸ γένος ἐκεῖνο τῶν ὑδέρων, ὅ τινες ὀνοµάζουσιν ἀνὰ σάρκα, διορίζει σαφῶς πρόσθεσιν προσφύσεως. οὐ γὰρ ἐνδείᾳ δήπου τῆς ἐπιρρεούσης ὑγρότητος, ὡς ἔνιαι τῶν ἀτροφιῶν τε καὶ φθίσεων, ἡ τοῦ τοιούτου γένεσις ὑδέρου συντελεῖται. φαίνεται γὰρ ἱκανῶς [αὐτοῖς] ἥ τε σὰρξ ὑγρὰ καὶ διάβροχος ἕκαστόν τε τῶν στερεῶντοῦ σώµατος µορίων ὡσαύτως διακείµενον. ἀλλὰ πρόσθεσις µέν τις γίγνεται τῆς ἐπιφεροµένης τροφῆς, ἅτε δ’ ὑδατωδεστέρας οὔσης ἔτι καὶ µὴ πάνυ τι κεχυµωµένης µηδὲ τὸ γλίσχρον ἐκεῖνο καὶ κολλῶδες, ὃ δὴ τῆς ἐµφύτου θερµασίας οἰκονοµίᾳ προσγίγνεται, κεκτηµένης ἡ πρόσφυσις ἀδύνατός ἐστιν ἐπιτελεῖσθαι πλήθει λεπτῆς ὑγρότητος ἀπέπτου διαρρεούσης τε καὶ ῥᾳδίως ὀλισθαινούσης ἀπὸ τῶν στερεῶν τοῦ σώµατος µορίων τῆς τροφῆς. ἐν δὲ ταῖς λεύκαις πρόσφυσις µέν τις γίγνεται τῆς τροφῆς, οὐ µὴν ἐξοµοίωσίς γε. καὶ δῆλον ἐν τῷδε τὸ µικρῷ πρόσθεν ῥηθὲν ὡς ὀρθῶς ἐλέγετο τὸ δεῖν πρόσθεσιν µὲν πρῶτον, ἐφεξῆς δὲ πρόσφυσιν, ἔπειτ’ ἐξοµοίωσιν γενέσθαι τῷ µέλλοντι τρέφεσθαι. κυρίως µὲν οὖν τὸ τρέφον ἤδη τροφή, τὸ δ’ οἷον µὲν τροφή, οὔπω δὲ τρέφον, ὁποῖόν ἐστι τὸ προσφυόµενον ἢ προστιθέµενον, τροφὴ µὲν οὐ κυρίως, ὁµωνύµως δὲ τροφή· τὸ δ’ ἐν ταῖς φλεψὶν ἔτι περιεχόµενον καὶ τούτου µᾶλλον ἔτι τὸ κατὰ τὴν γαστέρα τῷ µέλλειν ποτὲ θρέψειν, εἰ καλῶς