Скачать книгу

«Гален о кровопускании»[88]. Такие случаи отмечены нами в постраничных примечаниях.

      В настоящем томе приводится нумерация страниц по изданию К.Г. Кюна – она вынесена на поля, что позволяет читателю без особых усилий соотнести греческий текст и перевод[89].

      ΓΑΛΗΝΟΥ. ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ[90]

ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

      1. ᾿Επειδὴ τὸ µὲν αἰσθάνεσθαί τε καὶ κινεῖσθαι κατὰ προαίρεσιν ἴδια τῶν ζῴων ἐστί, τὸ δ’ αὐξάνεσθαί τε καὶ τρέφεσθαι κοινὰ καὶ τοῖς φυτοῖς, εἴη ἂν τὰ µὲν πρότερα τῆς ψυχῆς, τὰ δὲ δεύτερα τῆς φύσεως ἔργα. εἰ δέ τις καὶ τοῖς φυτοῖς ψυχῆς µεταδίδωσι καὶ διαιρούµενος αὐτὰς ὀνοµάζει φυτικὴν µὲν ταύτην, αἰσθητικὴν δὲ τὴν ἑτέραν, λέγει µὲν οὐδ’ οὗτος ἄλλα, τῇ λέξει δ’ οὐ πάνυ τῇ συνήθει κέχρηται. ἀλλ’ ἡµεῖς γε µεγίστην λέξεως ἀρετὴν σαφήνειαν εἶναι πεπεισµένοι καὶ ταύτην εἰδότες ὑπ’ οὐδενὸς οὕτως ὡς ὑπὸ τῶν ἀσυνήθων ὀνοµάτων διαφθειροµένην, ὡς τοῖς πολλοῖς ἔθος, οὕτως ὀνοµάζοντες ὑπὸ µὲν ψυχῆς θ’ ἅµα καὶ φύσεως τὰ ζῷα διοικεῖσθαί φαµεν, ὑπὸ δὲ φύσεως µόνης τὰ φυτὰ καὶ τό γ’ αὐξάνεσθαί τε καὶ τρέφεσθαι φύσεως ἔργα φαµέν, οὐ ψυχῆς.

      2. Καὶ ζητήσοµεν κατὰ τόνδε τὸν λόγον, ὑπὸ τίνων γίγνεται δυνάµεων αὐτὰ δὴ ταῦτα καὶ εἰ δή τι ἄλλο φύσεως ἔργον ἐστίν. ἀλλὰ πρότερόν γε διελέσθαι τε χρὴ καὶ µηνῦσαι σαφῶς ἕκαστον τῶν ὀνοµάτων, οἷς χρησόµεθα κατὰ τόνδε τὸν λόγον, καὶ ἐφ’ ὅ τι φέροµεν πρᾶγµα. γενήσεται δὲ τοῦτ’ εὐθὺς ἔργων φυσικῶν διδασκαλία σὺν ταῖς τῶν ὀνοµάτων ἐξηγήσεσιν. ὅταν οὖν τι σῶµα κατὰ µηδὲν ἐξαλλάττηται τῶν προϋπαρχόντων, ἡσυχάζειν αὐτό φαµεν· εἰ δ’ ἐξίσταιτό πῃ, κατ’ ἐκεῖνο κινεῖσθαι. καὶ τοίνυν ἐπεὶ πολυειδῶς ἐξίσταται, πολυειδῶς καὶ κινηθήσεται. καὶ γὰρ εἰ λευκὸν ὑπάρχον µελαίνοιτο καὶ εἰ µέλαν λευκαίνοιτο, κινεῖται κατὰ χρόαν, καὶ εἰ γλυκὺ τέως ὑπάρχον αὖθις αὐστηρὸν ἢ ἔµπαλιν ἐξ αὐστηροῦ γλυκὺ γένοιτο, καὶ τοῦτ’ ἂν κινεῖσθαι λέγοιτο κατὰ τὸν χυµόν. ἄµφω δὲ ταῦτά τε καὶ τὰ προειρηµένα κατὰ τὴν ποιότητα κινεῖσθαι λεχθήσεται καὶ οὐ µόνον γε τὰ κατὰ τὴν χρόαν ἢ τὸν χυµὸν ἐξαλλαττόµενα κινεῖσθαί φαµεν, ἀλλὰ καὶ τὸ θερµότερον ἐκ ψυχροτέρου γενόµενον ἢ ψυχρότερον ἐκ θερµοτέρου κινεῖσθαι καὶ τοῦτο λέγοµεν, ὥσπερ γε καὶ εἴ τι ξηρὸν ἐξ ὑγροῦ ἢ ὑγρὸν ἐκ ξηροῦ γίγνοιτο. κοινὸν δὲ κατὰ τούτων ἁπάντων ὄνοµα φέροµεν τὴν ἀλλοίωσιν. ἕν τι τοῦτο γένος κινήσεως. ἕτερον δὲ γένος ἐπὶ τοῖς τὰς χώρας ἀµείβουσι σώµασι καὶ τόπον ἐκ τόπου µεταλλάττειν λεγοµένοις, ὄνοµα δὲ καὶ τούτῳ φορά. αὗται µὲν οὖν αἱ δύο κινήσεις ἁπλαῖ καὶ πρῶται, σύνθετοι δ’ ἐξ αὐτῶν αὔξησίς τε καὶ φθίσις, ὅταν ἐξ ἐλάττονός τι µεῖζον ἢ ἐκ µείζονος ἔλαττον γένηται φυλάττον τὸ οἰκεῖον εἶδος. ἕτεραι δὲ δύο κινήσεις γένεσις καὶ φθορά, γένεσις µὲν ἡ εἰς οὐσίαν ἀγωγή, φθορὰ δ’ ἡ ἐναντία. πάσαις δὲ ταῖς κινήσεσι κοινὸν ἐξάλλαξις τοῦ προϋπάρχοντος, ὥσπερ οὖν καὶ ταῖς ἡσυχίαις ἡ φυλακὴ τῶν προϋπαρχόντων. ἀλλ’ ὅτι µὲν ἐξαλλάττεται καὶ πρὸς

Скачать книгу


<p>88</p>

Brain P. Galen on Bloodletting. Cambridge, 1986.

<p>89</p>

Цифра на полях с буквой «К» в греческом тексте и переводе обозначает номер страницы по изданию К.Г. Кюна.

<p>90</p>

Древнегреческий текст приводится по изданию: De naturalibus facultatibus // Claudii Galeni Pergameni scripta minora. Vol. 3 / Ed. J. Marquardt. Leipzig: Teubner, 1893. P. 101–257.