ТОП просматриваемых книг сайта:
Сочинения. Том 5. Гален
Читать онлайн.8. Καὶ τοίνυν ὁ λόγος ἥκειν ἔοικεν ὁ περὶ τῆς θρέψεως, ὃς δὴ λοιπός ἐστι καὶ τρίτος ὧν ἐξ ἀρχῆς προὐθέµεθα. τοῦ γὰρ ἐπιρρέοντος ἐν εἴδει τροφῆς παντὶ µορίῳ τοῦ τρεφοµένου σώµατος προσπλαττοµένου θρέψις µὲν ἡ ἐνέργεια, θρεπτικὴ δὲ δύναµις ἡ αἰτία. ἀλλοίωσις µὲν δὴ κἀνταῦθα τὸ γένος τῆς ἐνεργείας, ἀλλ’ οὐχ οἵαπερ ἡ ἐν τῇ γενέσει. ἐκεῖ µὲν γὰρ οὐκ ὂν [ὀστοῦν] πρότερον ὕστερον ἐγένετο, κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γεγονότι συνεξοµοιοῦται τὸ ἐπιρρέον καὶ διὰ τοῦτ’ εὐλόγως ἐκείνην µὲν τὴν ἀλλοίωσιν γένεσιν, ταύτην δ’ ἐξοµοίωσιν [τε καὶ ὁµοίωσιν] ὠνόµασαν.
9. ᾿Επειδὴ δὲ περὶ τῶν τριῶν δυνάµεων τῆς φύσεως αὐτάρκως εἴρηται καὶ φαίνεται µηδεµιᾶς ἄλλης προσδεῖσθαι τὸ ζῷον, ἔχον γε καὶ ὅπως αὐξηθῇ καὶ ὅπως τελειωθῇ καὶ ὅπως ἕως πλείστου διαφυλαχθῇ, δόξειε µὲν ἂν ἴσως ἱκανῶς ἔχειν ὁ λόγος οὗτος ἤδη καὶ πάσας ἐξηγεῖσθαι τὰς τῆς φύσεως δυνάµεις. ἀλλ’ εἴ τις πάλιν ἐννοήσειεν, ὡς οὐδενὸς οὐδέπω τῶν τοῦ ζῴου µορίων ἐφήψατο, κοιλίας λέγω καὶ ἐντέρων καὶ ἥπατος καὶ τῶν ὁµοίων, οὐδ’ ἐξηγήσατο τὰς ἐν αὐτοῖς δυνάµεις, αὖθις δόξειεν ἂν οἷον προοίµιόν τι µόνον εἰρῆσθαι τῆς χρησίµου διδασκαλίας. τὸ γὰρ σύµπαν ὧδ’ ἔχει. γένεσις καὶ αὔξησις καὶ θρέψις τὰ πρῶτα καὶ οἷον κεφάλαια τῶν ἔργων ἐστὶ τῆς φύσεως· ὥστε καὶ αἱ τούτων ἐργαστικαὶ δυνάµεις αἱ πρῶται τρεῖς εἰσι καὶ κυριώταται· δέονται δ’ εἰς ὑπηρεσίαν, ὡς ἤδη δέδεικται, καὶ ἀλλήλων καὶ ἄλλων. τίνων µὲν οὖν ἡ γεννητική τε καὶ αὐξητικὴ δέονται, εἴρηται, τίνων δ’ ἡ θρεπτική, νῦν εἰρήσεται.
10. Δοκῶ γάρ µοι δείξειν τὰ περὶ τὴν [φυσικὴν] τῆς τροφῆς οἰκονοµίαν ὄργανά