Скачать книгу
οὐκ αἰσχρῶν, ἀλλ’ ἐξ αἰσθήσεώς τε καὶ δι’ αἰσθήσεως ἅπαντα τὰ τοιαῦθ’ ἡµῖν ἐγγίγνεσθαί φασι καὶ φαντασίαις τισὶ καὶ µνήµαις οἰακίζεσθαι τὰ ζῷα. ἔνιοι δ’ αὐτῶν καὶ ῥητῶς ἀπεφήναντο µηδεµίαν εἶναι τῆς ψυχῆς δύναµιν, ᾗ λογιζόµεθα, ἀλλ’ ὑπὸ τῶν αἰσθητῶν ἄγεσθαι παθῶν ἡµᾶς καθάπερ βοσκήµατα πρὸς µηδὲν ἀνανεῦσαι µηδ’ ἀντειπεῖν δυναµένους. καθ’ οὓς δηλονότι καὶ ἀνδρεία καὶ φρόνη-σις καὶ σωφροσύνη καὶ ἐγκράτεια λῆρός ἐστι µακρὸς καὶ φιλοῦµεν οὔτ’ ἀλλήλους οὔτε τὰ ἔγγονα καὶ τοῖς θεοῖς οὐδὲν ἡµῶν µέλει. καταφρονοῦσι δὲ καὶ τῶν ὀνειράτων καὶ τῶν οἰωνῶν καὶ τῶν συµβόλων καὶ πάσης ἀστρολογίας, ὑπὲρ ὧν ἡµεῖς µὲν ἰδίᾳ δι’ ἑτέρων γραµµάτων ἐπὶ πλέον ἐσκεψάµεθα περὶ τῶν ᾿Ασκληπιάδου τοῦ ἰατροῦ σκοπούµενοι δογµάτων. ἔνεστι δὲ τοῖς βουλοµένοις κἀκείνοις µὲν ὁµιλῆσαι τοῖς λόγοις καὶ νῦν δ’ ἤδη σκοπεῖν, ὥσπερ τινῶν δυοῖν ὁδῶν ἡµῖν προκειµένων, ὁποτέραν βέλτιόν ἐστι τρέπεσθαι. ῾Ιπποκράτης µὲν γὰρ τὴν προτέραν ῥηθεῖσαν ἐτράπετο, καθ’ ἣν ἥνωται µὲν ἡ οὐσία καὶ ἀλλοιοῦται καὶ σύµπνουν ὅλον ἐστὶ καὶ σύρρουν τὸ σῶµα καὶ ἡ φύσις ἅπαντα τεχνικῶς καὶ δικαίως πράττει δυνάµεις ἔχουσα, καθ’ ἃς ἕκαστον τῶν µορίων ἕλκει µὲν ἐφ’ ἑαυτὸ τὸν οἰκεῖον ἑαυτῷ χυµόν, ἕλξαν δὲ προσφύει τε παντὶ µέρει τῶν ἐν αὑτῷ καὶ τελέως ἐξοµοιοῖ, τὸ δὲ µὴ κρατηθὲν ἐν τούτῳ µηδὲ τὴν παντελῆ δυνηθὲν ἀλλοίωσίν τε καὶ ὁµοιότητα τοῦ τρεφοµένου καταδέξασθαι δι’ ἑτέρας αὖ τινος ἐκκριτικῆς δυνάµεως ἀποτρίβεται.
13. Μαθεῖν δ’ ἔνεστιν οὐ µόνον ἐξ ὧν οἱ τἀναντία τιθέµενοι διαφέρονται τοῖς ἐναργῶς φαινοµένοις, εἰς ὅσον ὀρθότητός τε καὶ ἀληθείας ἥκει τὰ ῾Ιπποκράτους δόγµατα, ἀλλὰ κἀξ αὐτῶν τῶν κατὰ µέρος ἐν τῇ φυσικῇ θεωρίᾳ ζητουµένων τῶν τ’ ἄλλων ἁπάντων καὶ τῶν ἐν τοῖς ζῴοις ἐνεργειῶν. ὅσοι γὰρ οὐδεµίαν οὐδενὶ µορίῳ νοµίζουσιν ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναµιν, ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινοµένοις, ὥσπερ καὶ ᾿Ασκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν ἐποίησεν, οὓς οὐ µόνον ῾Ιπποκράτης ἢ Διοκλῆς ἢ ᾿Ερασίστρατος ἢ Πραξαγόρας ἤ τις ἄλλος ἰατρὸς ἄριστος ὄργανα διακριτικὰ τῶν οὔρων πεπιστεύκασιν ὑπάρχειν, ἀλλὰ καὶ οἱ µάγειροι σχεδὸν ἅπαντες ἴσασιν, ὁσηµέραι θεώµενοι τήν τε θέσιν αὐτῶν καὶ τὸν ἀφ’ ἑκατέρου πόρον εἰς τὴν κύστιν ἐµβάλλοντα, τὸν οὐρητῆρα καλούµενον, ἐξ αὐτῆς τῆς κατασκευῆς ἀναλογιζόµενοι τήν τε χρείαν αὐτῶν καὶ τὴν δύναµιν. καὶ πρό γε τῶν µαγείρων ἅπαντες ἄνθρωποι καὶ δυσουροῦντες πολλάκις καὶ παντάπασιν ἰσχουροῦντες, ὅταν ἀλγῶσι µὲν τὰ κατὰ τὰς ψόας, ψαµµώδη δ’ ἐξουρῶσιν, νεφριτικοὺς ὀνοµάζουσι σφᾶς αὐτούς. ᾿Ασκληπιάδην δ’ οἶµαι µηδὲ λίθον οὐρηθέντα ποτὲ θεάσασθαι πρὸς τῶν οὕτω πασχόντων µηδ’ ὡς προηγήσατο κατὰ τὴν µεταξὺ τῶν νεφρῶν καὶ τῆς κύστεως χώραν
Скачать книгу