ТОП просматриваемых книг сайта:
Сочинения. Том 5. Гален
Читать онлайн.15. ᾿Επεὶ δ’ ἱκανῶς ἠδολεσχήσαµεν οὐχ ἑκόντες, ἀλλ’, ὡς ἡ παροιµία φησί, µαινοµένοις ἀναγκασθέντες συµµανῆναι, πάλιν ἐπὶ τὴν τῶν οὔρων ἐπανέλθωµεν διάκρισιν, ἐν ᾗ τῶν µὲν ᾿Ασκληπιάδου λήρων ἐπιλαθώµεθα, µετὰ δὲ τῶν πεπεισµένων διηθεῖσθαι τὰ οὖρα διὰ τῶν νεφρῶν, τίς ὁ τρόπος τῆς ἐνεργείας ἐστίν, ἐπισκεψώµεθα· πάντως γὰρ ἢ ἐξ αὑτῶν ἐπὶ τοὺς νεφροὺς φέρεται τὰ οὖρα τοῦτο βέλτιον εἶναι νοµίζοντα, καθάπερ ἡµεῖς, ὁπόταν εἰς τὴν ἀγορὰν ἀπίωµεν· ἤ, εἰ τοῦτ’ ἀδύνατον, ἕτερόν τι χρὴ τῆς φορᾶς αὐτῶν ἐξευρεῖν αἴτιον. τί δὴ τοῦτ’ ἔστιν; εἰ γὰρ µὴ τοῖς νεφροῖς δώσοµέν τινα δύναµιν ἑλκτικὴν τῆς τοιαύτης ποιότητος, ὡς ῾Ιπποκράτης ἐνόµιζεν, οὐδὲν ἕτερον ἐξευρήσοµεν. ὅτι µὲν γὰρ ἤτοι τούτους ἕλκειν αὐτὸ προσῆκεν ἢ τὰς φλέβας πέµπειν, εἴπερ γε µὴ ἐξ ἑαυτοῦ φέρεται, παντί που δῆλον. ἀλλ’ εἰ µὲν αἱ φλέβες περιστελλόµεναι προωθοῖεν, οὐκ ἐκεῖνο µόνον, ἀλλὰ σὺν αὐτῷ καὶ τὸ πᾶν αἷµα τὸ περιεχόµενον ἐν ἑαυταῖς εἰς τοὺς νεφροὺς ἐκθλίψουσιν· εἰ δὲ τοῦτ’ ἀδύνατον, ὡς δείξοµεν, λείπεται τοὺς νεφροὺς ἕλκειν. πῶς οὖν ἀδύνατον τοῦτο; τῶν νεφρῶν ἡ θέσις ἀντιβαίνει. οὐ γὰρ δὴ οὕτω γ’ ὑπόκεινται τῇ κοίλῃ φλεβὶ καθάπερ τοῖς ἐξ ἐγκεφάλου περιττώµασιν ἔν τε τῇ ῥινὶ καὶ κατὰ τὴν ὑπερῴαν οἱ τοῖς ἠθµοῖς ὅµοιοι πόροι, ἀλλ’ ἑκατέρωθεν αὐτῇ παράκεινται. καὶ µήν, εἴπερ ὁµοίως τοῖς ἠθµοῖς ὅσον ἂν ᾖ λεπτότερον καὶ τελέως ὀρρῶδες, τοῦτο µὲν ἑτοίµως διαπέµπουσι, τὸ δὲ παχύτερον ἀποστέγουσιν, ἅπαν ἐπ’ αὐτοὺς ἰέναι χρὴ τὸ αἷµα τὸ περιεχόµενον ἐν τῇ κοίλῃ φλεβί, καθάπερ εἰς τοὺς τρυγητοὺς ὁ πᾶς οἶνος ἐµβάλλεται. καὶ