Скачать книгу
ἢ ξηρότερον, ἢ ὑγρότερον ἑαυτοῦ γεγονέναι φαµὲν, οὐ πρὸς ἕτερόν τι παραβάλλοντες, ἀλλὰ πρὸς ἑαυτό. ὅπως γὰρ ἂν ἡ καρδία γένηταί τινι φύσει ψυχροτέρα, πολὺ θερµοτέρα τὴν κρᾶσίν ἐστιν ἐγκεφάλου τοῦ θερµοτάτου. τῆς µὲν οὖν θερµοτέρας ὡς πρὸς τὴν οἰκείαν συµµετρίαν καρδίας σηµεῖα, τὰ µὲν ἀχώριστά τε καὶ οἰκεῖα, µέγεθος ἀναπνοῆς, καὶ σφυγµοῦ τάχος καὶ πυκνότης ἐστὶν, εὐτολµία τε καὶ τὸ πρὸς τὰς πράξεις ἄοκνον. εἰ δὲ ἐπὶ πλεῖστον ἥκει θερµότητος, ὀξυθυµία τε µανιώδης καὶ θρασύτης. ἔστι δὲ καὶ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ µάλιστα τὰ στέρνα, καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον. ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σύµπαν σῶµα θερµὸν ἐπὶ θερµῇ τῇ καρδίᾳ γίνεται, πλὴν εἰ µὴ µεγάλως ἀντιπράττοι τὸ ἧπαρ. εἰρήσεται δ’ ὀλίγον ὕστερον ἅπαντος τοῦ σώµατος τὰ γνωρίσµατα. καὶ µέντοι καὶ ἡ τοῦ θώρακος εὐρύτης θερµότητος γνώρισµα, πλὴν εἰ µὴ κᾀνταῦθά ποτε µεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἐπειδὴ τὸ µὲν τοῦ νωτιαίου µέγεθος ἀνάλογόν ἐστιν ἐκείνῳ τὰ πολλὰ, καὶ τηλικοῦτοι µὲν οἱ σπόνδυλοι τὸ µέγεθος, ἡλίκος ὁ νωτιαῖος µυελός· ὥστε καὶ ἡ ῥάχις ὅλη. συµπήγνυται δὲ ὁ θώραξ ἐπὶ τῷ κατὰ τὸ µετάφρενον αὐτῆς µέρει, καθάπερ ἐπὶ τρόπιδι ναῦς, ὥστ’ ἐξ ἀνάγκης ἕξει τὸ µὲν µῆκος ἴσον τῷ µεταφρένῳ, τὸ δ’ εὖρος, ὅταν µὲν ἀνάλογον τῷ πάχει τῶν σπονδύλων ἡ σύµπηξις αὐτῷ γένηται κατ’ ἐκείνους· ὅταν δὲ ἡ τῆς καρδίας θερµότης κρατήσασα διαφυσήσῃ τε καὶ ἀνευρύνῃ κατὰ τὴν πρώτην γένεσιν, ἀνάλογον τῇ ταύτης θερµότητι. διὸ καὶ ὅταν µὲν ἐπὶ σµικρᾷ κεφαλῇ ὁ θώραξ εὐρὺς ᾖ, µέγιστον γίνεται γνώρισµα τῆς κατὰ τὴν καρδίαν θερµότητος· ὅταν δ’ ἐπὶ µεγάλῃ σµικρὸς, ἰδικώτατον καὶ τοῦτο σηµεῖόν ἐστι καρδίας ψυχροτέρας. εἰ δ’ ἀνάλογον ἔχει τὴν κεφαλὴν, τοῖς ἄλλοις σηµείοις διορίζου περὶ τῆς καρδίας, ὡς ἐκ θώρακός γε πηλικότητος οὐδὲν ληψόµενος. ἐπὶ δὲ ψυχροτέρας καρδίας σφυγµοὶ µικρότεροι τῶν συµµέτρων, οὐ µὴν βραδύτεροί γε ἐξ ἀνάγκης ἢ ἀραιότεροι. ἡ ἀναπνοὴ δὲ, εἰ µὲν τοσοῦτον µικρότερος ὁ θώραξ, ὅσον ἡ καρδία ψυχροτέρα, τοῖς σφυγµοῖς ἀνάλογον· εἰ δὲ µείζων, ἢ κατὰ τὸ ποσὸν τῆς ψύξεως, οὐ σµικροτέρα µόνον, ἀλλὰ καὶ βραδυτέρα καὶ ἀραιοτέρα. δειλοὶ τὴν φύσιν οἱ τοιοῦτοι καὶ ἄτολµοί εἰσι καὶ µελληταὶ, καὶ ψιλὸν αὐτοῖς τὸ στέρνον τριχῶν ἐστι. περὶ δὲ σµικρότητος αὐτῆς διοριστέον, ὡς ἔµπροσθεν εἴρηται. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς ὅλου τοῦ σώµατος θερµότητος. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγµοὺς ἐργάζεται σκληροτέρους, καὶ τὸν θυµὸν οὐχ ἕτοιµον µὲν, ἄγριον δὲ καὶ δύσπαυστον, ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶµα ξηρότερον, εἰ µὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. ὑγροτέρας δὲ καρδίας σηµεῖα, σφυγµοὶ µαλακοὶ, καὶ ἦθος εὐκίνητον µὲν πρὸς ὀργὴν, εὐκατάπαυστον δὲ, καὶ τὸ σύµπαν σῶµα ὑγρότερον, πλὴν εἰ µὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει.
13. Κατὰ δὲ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι τῆς
Скачать книгу