Скачать книгу
παντὸς σώµατος ὀργάνων, ἔτι τε τῇ τῶν ὑπαρχουσῶν αὐτοῖς ἐνεργειῶν ἀρετῇ. τῆς µὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώµατος τὰ διαγνωστικὰ σηµεῖα ταῦτά ἐστι. τῶν δ’ ἀπολειποµένων µὲν αὐτῆς, ὑγιεινῶν δ’ ἔτι, τὰ µὲν ἐν τῇ τῶν ὁµοιοµερῶν ἔσφαλται κράσει µικρόν τι σφάλµα, τὰ δὲ ἐν τῇ τῶν ὀργανικῶν µικρόν τι κᾀνταῦθα, καὶ ἤτοι πάντων, ἤ τινων, ἢ καθ’ ἑκάτερον. τὰ δὲ γένη τῶν σφαλµάτων τὰ αὐτὰ τοῖς µὲν ἀρετὴν αὐτῶν συµπληροῦσι, κρᾶσις µὲν ἐν τοῖς ὁµοιοµερέσιν, ἀριθµὸς δὲ, καὶ διάπλασις, καὶ µέγεθος, καὶ θέσις ἐν τοῖς ὀργανικοῖς. ἀµφοῖν δὲ κοινὸν ἡ ἕνωσις, ἣν δὴ καὶ συνέχειαν αὐτῶν ὀνοµάζοµεν. ἐν δὲ τοῖς αὐτοῖς τούτοις γένεσι καὶ ἡ τῶν νοσωδῶν σωµάτων ἐστὶ κακία, καθ’ ἑκάτερον τοῦ νοσώδους τὸ σηµαινόµενον. ὅρος δ’ ἀµφοῖν ἐστι διακριτικὸς ἡ τῆς ἐνεργείας αἰσθητὴ βλάβη. τὰ δὲ τῆς ἀρίστης ἀπολειπόµενα κατασκευῆς σώµατα βραχύ τι βέβλαπται µὲν δή που καὶ αὐτὰ κατά γε τὴν ἀλήθειαν, οὐ µὴν αἰσθητόν γε τοῦτο. διορίζει τοιγαροῦν αὐτὰ τὸ µᾶλλόν τε καὶ ἧττον, ἔν τε ταῖς ἐνεργείαις καὶ τῷ τοῖς νοσώδεσιν αἰτίοις ἀποµάχεσθαι. τὰ δέ γε ἁπλῶς νοσώδη σώµατα διώρισται τῷ τε ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτίων νικᾶσθαι, καὶ τῷ πολύ τι κατὰ τὴν ἀρετὴν τῶν ἐνεργειῶν ἀπολείπεσθαι. γίνεται γοῦν ἀµφοῖν ἐν µέσῳ τὰ οὐδέτερά τε καὶ ἁπλῶς λεγόµενα, καὶ τὰ σύν τινι πλάτει. καὶ τµηθήσεται τὸ τῆς ὅλης ὑγείας πλάτος εἰς τρία µόρια, πλάτος ἔχοντα καὶ αὐτὰ συχνόν. ὧν τὸ µὲν πρῶτον ἔσται τῶν ὑγιαινόντων σωµάτων, τὸ δὲ δεύτερον, τῶν οὐδετέρων, τὸ δὲ τρίτον, τῶν νοσωδῶν. οἷς ἐφεξῆς ἐστι τὰ ἤδη νοσοῦντα σώµατα, βλάβαις αἰσθηταῖς ἐνεργειῶν ἀφωρισµένα. τὰ µὲν οὖν ὀδυνώδη τε, καὶ ὧν αἱ κινήσεις πληµµελεῖς εἰσιν, ἢ ὅλως ἀπολώλασιν, ἐναργεῖς ἔχει τοὺς ὅρους. ὅσα δ’ ἀτόνους κέκτηται τὰς ἐνεργείας, ἐν µὲν ταῖς µεγίσταις ἀποστάσεσιν εὐδιάκριτα, κατὰ δὲ τὰς µικροτέρας ἀµφίβολα, καὶ διὰ τοῦτο κατὰ τὸ γένος τοῦτο τῆς βλάβης, ἡ µηδετέρου τῶν ἐναντίων ἐνεργειῶν µετέχουσα συνίσταται διάθεσις, ἣν καὶ αὐτὴν ἔφαµεν οὐδετέραν ὀνοµάζεσθαι, πάντων τούτων αἰσθήσει διακρινοµένων, οὐκ αὐτῇ τῶν πραγµάτων τῇ φύσει· κίνδυνος γὰρ εἰς τὸ τῆς ἀειπαθείας ὑποσυρῆναι δόγµα. καὶ τοίνυν καὶ τὰ σηµεῖα τῶν ὑγιαινόντων µὲν σωµάτων, ἀλλ’ ἤτοι νοσωδῶν, ἢ οὐδετέρων ὑπαρχόντων, τῷ ποσῷ τῆς ἀποστάσεως διοίσει, θεµένων ἡµῶν ἄκρους µὲν ὅρους ἐναντίους ἀλλήλοις, τήν τε ἀρίστην κατασκευὴν καὶ τὴν ἄρτι γενοµένην νόσον, ἐπισκοπουµένων δὲ, ὁποτέρῳ τούτων ἐστὶν ἐγγυτέρω τὰ δοκιµαζόµενα σώµατα. τὸ µὲν γὰρ ἐγγυτέρω τῆς ἀρίστης κατασκευῆς ὑγιεινὸν, τὸ δὲ ταύτης µὲν ποῤῥωτέρω, τοῦ δ’ ἤδη νοσοῦντος ἐγγυτέρω, νοσῶδες. τὸ δ’ ἀµφοῖν µεταξὺ, καὶ ἴσον ἑκατέρων ἀπέχειν φαινόµενον, οὐδέτερον ἔσται τοῦτο.
6. Τῆς µὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώµατος εἴρηται τὰ γνωρίσµατα. τῶν δ’ ἀπολειποµένων αὐτῆς
Скачать книгу