Скачать книгу
ἀγρυπνητικώτατοι, καὶ φαλακροῦνται ταχέως. ἡ πρώτη µέντοι γένεσις τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη, µελανότριχές τε καὶ οὐλότριχές εἰσι, καὶ θερµοὶ, ψαυόντων τῆς κεφαλῆς, ἐρυθροί τε µέχρι τῶν τῆς ἀκµῆς χρόνων. εἰ δ’ ὑγρότης προσίοι τῇ θερµότητι, βραχὺ µὲν ὑπερβαλλουσῶν ἀµφοτέρων τὸ σύµµετρον, εὔχροιά τε καὶ θερµότης, καὶ αἱ ἐν τοῖς ὀφθαλµοῖς φλέβες µεγάλαι, καὶ περιττώ µατα πλείω, µετρίως πέπονα, καὶ αἱ τρίχες εὐθεῖαι καὶ ὑπόξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως, πληροῦνται δὲ, καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερµαινόντων. εἰ δὲ καὶ ὑγραίνοιντο, πολὺ δή που µᾶλλον, ἡνίκα καὶ πλῆθος ἴσχουσι περιττωµάτων. ἐὰν δ’ ἐπὶ πλεῖστον ὑγρότητός τε καὶ θερµότη-τος ἥκωσι, νοσώδης τούτοις ἡ κεφαλὴ, καὶ περιττωµατικὴ, καὶ ῥᾳδίως ὑπὸ τῶν ὑγραινόντων τε καὶ θερµαινόντων βλαπτοµένη. νότος δ’ αὐτοῖς πολέµιος ἀεί. ἄριστα δ’ ἐν τοῖς βορείοις διάγουσιν, οὐ µὴν οὐδ’ ἐγρηγορέναι δύνανται µέχρι πλείονος, ὕπνῳ τ’ ἐπιτρέψαντες ἑαυτοὺς, ἅµα τε κωµατώδεις εἰσὶ καὶ ἄγρυπνοι, καὶ φαντασιώδεις τοῖς ὀνείρασιν, καὶ αἱ ὄψεις ἀχλυώδεις, καὶ αἱ αἰσθήσεις οὐκ ἀκριβεῖς. εἰ δὲ πολλῷ µὲν εἴη τοῦ συµµέτρου θερµότερος ὁ ἐγκέφαλος, ὀλίγῳ δ’ ὑγρότερος, ἐπικρατήσει µὲν τὰ τῆς θερµῆς κράσεως γνωρίσµατα, µιχθήσονται δ’ αὐτοῖς ἀµυδρῶς τὰ τῆς ὑγρότητος, ὥσπερ καὶ, εἰ πολλῷ µὲν ὑγρότερος, ὀλίγῳ δὲ θερµότερος, ἐναργῆ µὲν ἔσται καὶ σφοδρὰ τὰ τοῦ ὑγρότητος, ἀµυδρὰ δὲ τὰ τῆς θερµότητος γνωρίσµατα. κοινὸς δ’ οὗτος ὁ λόγος ἐπὶ πασῶν ἐστι τῶν κατὰ συζυγίαν δυσκρασιῶν. αἱ ψυχραὶ δ’ ἅµα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλὴν, ὅσον ἐφ’ ἑαυταῖς. ἀεὶ γὰρ χρὴ µεµνῆσθαι τοῦ κατ’ ἀρχὴν διορισµοῦ, προσεπιλογιζόµενον, ὅσον ἐκ τῆς τῶν χυµῶν κράσεως ἀλλοιοῦται τὰ κατ’ αὐτόν. εὐθὺς δ’ αἱ τοιαῦται κράσεις ἄφλεβοί τε τὰ κατὰ τοὺς ὀφθαλµούς εἰσι, καὶ πρὸς τῶν ψυχρῶν αἰτίων ἑτοίµως βλάπτονται· διὸ καὶ ἀνωµάλως ὑγιαίνουσι, ποτὲ µὲν κουφότατοι τὰς κεφαλὰς, ἀπέριττοί τε τὰς ἀκροὰς, ἐνίοτε δὲ κατάῤῥοις τε καὶ κορύζαις ἐπὶ σµικροῖς αἰτίοις ἑτοίµως ἁλισκόµενοι. αἱ δ’ αἰσθήσεις αὐτῶν ἐν νεότητι µὲν ἀκριβεῖς τέ εἰσι καὶ ἄµεµπτοι τὰ πάντα, προϊοῦσι δὲ ἀποµαραίνονται ταχέως, καὶ, συλλήβδην φάναι, ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντές εἰσι· διὸ καὶ πολιοῦνται ταχέως. αἱ τρίχες δ’ αὐτοῖς γεννηθεῖσι µὲν ἀνέρχονται µόγις, ἄτροφοι καὶ πυῤῥαί· προήκοντι δὲ τῷ χρόνῳ, κρατούσης µὲν ἐπὶ πλέον τῆς ψυχρότητος ἤπερ τῆς ξηρότητος, οὐ φαλακροῦνται. τοὔµπαλιν δὲ, εἰ συµβαίη τὴν ξηρότητα µὲν πλεῖστον κρατῆσαι τῆς ὑγρότητος, τὴν ψυχρότητα δὲ τῆς θερµότητος ὀλίγον, οἱ τοιοῦτοι φαλακροῦνται. αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκεφάλου κωµατώδεις ἐργάζονται, καὶ ὑπνηλοὺς, καὶ φαύλους ταῖς αἰσθήσεσι, καὶ περιττωµατι-κοὺς, εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλὴν,
Скачать книгу