Скачать книгу
τοῖς ἁπλοῖς καὶ πρώτοις µορίοις· σύµµετρον δὲ τοῖς ἐκ τούτων συγκειµένοις ὀργάνοις. ὑγιεινὸν δὲ νῦν ἐστι σῶµα, τὸ κατὰ τὸ παρὸν ὑγιαῖνον. ἔστι δὲ δή που καὶ τοῦτο, καθ’ ὃν ὑγιαίνει χρόνον, εὔκρατόν τε καὶ σύµµετρον, οὐ τὴν ἀρίστην εὐκρασίαν τε καὶ συµµετρίαν, ἀλλὰ τὴν οἰκείαν. αὐτοῦ δὲ τοῦ ἁπλῶς ὑγιεινοῦ σώµατος, διὰ παντὸς µὲν τοιοῦτόν ἐστι τὸ εὐκρατότατόν τε καὶ συµµετρότατον, ὡς τὸ πολὺ δὲ τὸ τῆς ἀρίστης κατασκευῆς ἀπολειπόµενον οὐ πολλῷ. νοσῶδες δέ ἐστι ἁπλῶς σῶµα, τὸ ἐκ γενετῆς ἤτοι δύσκρατον τοῖς ὁµοιοµερέσιν, ἢ ἀσύµµετρον τοῖς ὀργανικοῖς, ἢ ἀµφότερα. νοσῶδες δὲ νῦν ἐστι σῶµα τὸ νοσοῦν, ἐν ᾧ λέγεται χρόνῳ τοιοῦτον ὑπάρχειν. εὔδηλον δὲ, ὡς καὶ τοῦτο, καθ’ ὃν λέγεται χρόνον εἶναι νοσῶδες, ἤτοι δύσκρατόν ἐστιν ἐν τοῖς ὁµοιοµερέσιν, ἢ ἀσύµµετρον ἐν τοῖς ὀργανικοῖς, ἢ ἀµφότερον. καὶ δὴ καὶ διὰ παντὸς νοσῶδές ἐστιν, ὅ τι περ ἂν ἐκ γενετῆς, ἤτοι δυσκρατότατον ὑπάρχον ἐν ἁπλοῖς καὶ πρώτοις µορίοις ἅπασιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις, ἢ καὶ τοῖς ὀργανικοῖς ἀσυµµετρότατον, ὁµοίως καὶ ἐν τούτοις, ἢ πᾶσιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις. ὡς τὸ πολὺ δὲ νοσῶδές ἐστι σῶµα, τὸ τοῦ τοιούτου τῆς κακίας ἀπολειπόµενον, οὔπω δ’ ἐν τῷ µέσῳ καθεστηκός. ἐπεὶ δὲ καὶ τὸ οὐδέτερον σῶµα τριχῶς ἐλέγετο, τὸ µὲν µηδ’ ἑτέρας τῶν ἄκρων διαθέσεων µετέχον, τὸ δὲ τῷ ἀµφοτέρων, τὸ δὲ τῷ, ποτὲ µὲν τῆσδε, ποτὲ δὲ τῆσδε· κατὰ µὲν τὸ πρῶτον σηµαινόµενον οὐδέτερον ἔσται σῶµα τὸ µέσον ἀκριβῶς ὑπάρχον, τοῦ τε ὑγιεινοτάτου σώµατος καὶ τοῦ νοσωδεστάτου. καὶ τούτου τὸ µὲν ἁπλῶς τοιοῦτόν ἐστιν, ὅτι περ ἐκ γενετῆς τοιοῦτον κατεστήσατο. τὸ δὲ νῦν ὁτιοῦν, κατὰ παρὸν τὸ µέσον ὑπάρχον τοῦ τε ὑγιεινοτάτου καὶ τοῦ νοσωδεστάτου. αὐτοῦ δὲ τοῦ ἁπλῶς τὸ µὲν διὰ παντὸς τοιοῦτον, ὅτι περ ἂν ἐν ἁπάσαις ταῖς ἡλικίαις διαµένῃ τοιοῦτον. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ, τὸ καὶ µεταβολάς τινας λαµβάνον. κατὰ δὲ τὸ δεύτερον σηµαινόµενον οὐδέτερον ἔσται σῶµα τὸ ἐναντίων ἅµα διαθέσεων µετέχον ἐκ γενετῆς, ἤτοι καθ’ ἓν µόριον, ἢ κατὰ δύο διαφέροντα. καθ’ ἓν µὲν, εἰ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατον εἴη τῶν δραστικῶν ποιοτήτων, ἢ κατ’ ἀµφοτέρας µὲν, ἀλλὰ περὶ τὴν διάπλασιν, ἢ τὸ µέγεθος, ἢ τὸν ἀριθµὸν τῶν µορίων, ἢ τὴν θέσιν ἐσφαλµένον, ἢ ἔµπαλιν ἐν τούτοις µὲν κατωρθωµένον ἅπασιν, ἤ τισιν, ἐν δὲ τῇ κράσει διηµαρτηµένον. ἐν διαφέρουσι δὲ µορίοις, καὶ κατὰ πάσας τὰς ἀντιθέσεις δύναταί τι τῶν ἐναντίων ἅµα µετέχειν. καὶ διὰ παντὸς µὲν τοιοῦτον, τὸ κατὰ πάσας τὰς ἡλικίας µένον ὅµοιον, ὡς τὸ πολὺ δ’ ἐστὶ, τὸ καὶ µεταβάλλον κατά τι. οὕτως δὲ κᾀν τῷ νῦν οὐδέτερον ἔσται σῶµα, κατὰ τὸ δεύτερον σηµαινόµενον, ἢ τῷ περὶ ἓν µόριον, τὰ µὲν ἔχειν ὑγιεινὰ, τὰ δὲ νοσερὰ τῶν ὑπαρχόντων αὐτῷ, ἢ τῷ περὶ διαφέροντα µέρη. κατὰ δὲ τὸ τρίτον σηµαινόµενον, οὐδέτερον ἔσται σῶµα τὸ ποτὲ µὲν ὑγιεινὸν,
Скачать книгу