ТОП просматриваемых книг сайта:
Сочинения. Том 5. Гален
Читать онлайн.7. ᾿Εξεύρωµεν οὖν κοινῇ, πῶς ἕλκεται. πῶς δ’ ἄλλως ἢ ὡς ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας λίθου δύναµιν ἐχούσης ἑλκτικὴν τοιαύτης ποιότητος; ἀλλ’ εἰ τὴν µὲν ἀρχὴν τῆς ἀναδόσεως ἡ τῆς κοιλίας ἔνθλιψις παρέχεται, τὴν δὲ µετὰ ταῦτα φορὰν ἅπασαν αἵ τε φλέβες περιστελλόµεναι καὶ προωθοῦσαι καὶ τῶν τρεφοµένων ἕκαστον ἐπισπώµενον εἰς ἑαυτό, τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἀποστάντες, ὡς οὐ πρεπούσης ἀνδρὶ τεχνικὴν ὑποθεµένῳ τὴν φύσιν, οὕτως ἂν ἤδη καὶ τὴν ἀντιλογίαν εἴηµεν πεφευγότες τὴν ᾿Ασκληπιάδου µὴ δυνάµενοί γε λύειν αὐτήν. τὸ γὰρ εἰς τὴν ἀπόδειξιν παραλαµβανόµενον λῆµµα τὸ διεζευγµένον οὐκ ἐκ δυοῖν ἀλλ’ ἐκ τριῶν ἐστι κατά γε τὴν ἀλήθειαν διεζευγµένον. εἰ µὲν οὖν ὡς ἐκ δυοῖν αὐτῷ χρησαίµεθα, ψεῦδος ἔσται τι τῶν εἰς τὴν ἀπόδειξιν παρειληµµένων· εἰ δ’ ὡς ἐκ τριῶν, ἀπέραντος ὁ λόγος γενήσεται.
8. Καὶ ταῦτ’ οὐκ ἐχρῆν ἀγνοεῖν τὸν ᾿Ερασίστρατον, εἴπερ κἂν ὄναρ ποτὲ τοῖς ἐκ τοῦ περιπάτου συνέτυχεν, ὥσπερ οὖν οὐδὲ τὰ περὶ τῆς γενέσεως τῶν χυµῶν, ὑπὲρ ὧν οὐδὲν ἔχων εἰπεῖν [ἄλλο] οὐδὲ µέχρι τοῦ µετρίου πιθανὸν οἴεται παρακρούεσθαι σκηπτόµενος, ὡς οὐδὲ χρήσιµος ὅλως ἐστὶν ἡ τῶν τοιούτων ἐπίσκεψις. εἶτ’, ὦ πρὸς θεῶν, ὅπως µὲν τὰ σιτία κατὰ τὴν γαστέρα πέττεται χρήσιµον ἐπίστασθαι, πῶς δ’ ἐν ταῖς φλεψὶν ἡ χολὴ γίγνεται, περιττόν; καὶ τῆς κενώσεως ἄρα φροντιστέον αὐτῆς µόνης, ἀµελητέον δὲ τῆς γενέσεως; ὥσπερ οὐκ ἄµεινον ὑπάρχον µακρῷ τὸ κωλύειν εὐθὺς ἐξ ἀρχῆς γεννᾶσθαι πλείονα τοῦ πράγµατ’ ἔχειν ἐκκενοῦντας. θαυµαστὸν δὲ καὶ τὸ διαπορεῖν, εἴτ’ ἐν τῷ σώµατι τὴν γένεσιν αὐτῆς ὑποθετέον εἴτ’ εὐθὺς ἔξωθεν ἐν τοῖς σιτίοις περιέχεσθαι φατέον. εἰ γὰρ δὴ τοῦτο καλῶς ἠπόρηται, τί οὐχὶ καὶ περὶ τοῦ αἵµατος ἐπισκεψόµεθα, πότερον ἐν τῷ σώµατι λαµβάνει τὴν γένεσιν ἢ τοῖς σιτίοις παρέσπαρται, καθάπερ οἱ τὰς ὁµοιοµερείας ὑποτιθέµενοί φασι; καὶ µὴν πολλῷ γ’ ἦν χρησιµώτερον ζητεῖσθαι, ποῖα