ТОП просматриваемых книг сайта:
Сочинения. Том 5. Гален
Читать онлайн.6. Εἰ δ’ ἐπισκοποῖτό τις ἐπιµελῶς, οὐδ’ ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων διεξέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήµµατος, ὡς πρόσθεν ἐδείκνυµεν, ἐπέραινέ τι περὶ φλεβῶν µόνων καὶ τοῦ κατ’ αὐτὰς αἵµατος. ἐκρέοντος γάρ τινος κατὰ τὰ στόµατ’ αὐτῶν καὶ διαφορουµένου καὶ µήτ’ ἀθρόως τόπου κενοῦ δυναµένου γενέσθαι µήτε τῶν φλεβῶν συµπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόµενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς ἀναπληροῦν τοῦ κενουµένου τὴν βάσιν. αἱ µὲν δὴ φλέβες ἡµῖν οὕτω θρέψονται τοῦ περιεχοµένου κατ’ αὐτὰς αἵµατος ἀπολαύουσαι· τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷµα. πρόχειρον µὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν· ἀλλ’ οὐ βούλεται. τί ποτ’ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱµάντων διαφερόντων τῇ φύσει πεπλεγµένην. ᾠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν· οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵµατος ἀγγεῖον ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειµένης φλεβὸς τῆς ἀληθινῆς αἵµατος ἑτέρου, ἀλλ’ ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι τὸ κατεψευσµένον ἀγγεῖον ἐκεῖνο τὸ λόγῳ θεωρητόν. ἀλλὰ κἀνταῦθα πάλιν αὐτὸν ὁµοία τις ἀπορία διεδέξατο. τουτὶ γὰρ τὸ σµικρὸν ἀγγεῖον ἑαυτὸ µὲν θρέψει, τὸ παρακείµενον µέντοι νεῦρον ἐκεῖνο τὸ ἁπλοῦν ἢ τὴν ἀρτηρίαν οὐχ οἷόν τ’ ἔσται τρέφειν ἄνευ τοῦ σύµφυτόν τιν’ ὑπάρχειν αὐτοῖς ὁλκὴν τῆς τροφῆς. τῇ µὲν γὰρ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ πῶς ἂν ἔτι δύναιτο τὴν τροφὴν ἐπισπᾶσθαι τὸ ἁπλοῦν νεῦρον, ὥσπερ αἱ φλέβες αἱ σύνθετοι; κοιλότης µὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατ’ αὐτόν, ἀλλ’ οὐχ αἵµατος αὕτη γ’ ἀλλὰ πνεύµατος ψυχικοῦ µεστή. δεόµεθα δ’ ἡµεῖς οὐκ εἰς τὴν κοιλότητα ταύτην εἰσάγειν τῷ λόγῳ τὴν τροφὴν ἀλλ’ εἰς τὸ περιέχον αὐτὴν ἀγγεῖον, εἴτ’ οὖν τρέφεσθαι µόνον εἴτε καὶ αὔξεσθαι δέοιτο.