Скачать книгу

γάρ εἰσι καὶ τῷ φυσικῷ προσήκουσι. πότερον οὖν οὐδ’ ἀντερεῖτε τῷ φάσκοντι τὴν µὲν εὐκρασίαν τὴν κατὰ φύσιν αἰτίαν εἶναι τῆς ἐνεργείας ἑκάστῳ τῶν ὀργάνων, τὴν δ’ αὖ δυσκρασίαν νόσον τ’ ἤδη καλεῖσθαι καὶ πάντως ὑπ’ αὐτῆς βλάπτεσθαι τὴν ἐνέργειαν; ἢ πεισθήσεσθε ταῖς τῶν παλαιῶν ἀποδείξεσιν; ἢ τρίτον τι καὶ µέσον ἑκατέρου τούτων πράξετε µήθ’ ὡς ἀληθέσι τοῖς λόγοις ἐξ ἀνάγκης πειθόµενοι µήτ’ ἀντιλέγοντες ὡς ψευδέσιν, ἀλλ’ ἀπορητικοί τινες ἐξαίφνης καὶ Πυρρώνειοι γενήσεσθε; καὶ µὴν εἰ τοῦτο δράσετε, τὴν ἐµπειρίαν ἀναγκαῖον ὑµῖν προστήσασθαι. τῷ γὰρ ἂν ἔτι τρόπῳ καὶ τῶν ἰαµάτων εὐποροίητε τὴν οὐσίαν ἑκάστου τῶν νοσηµάτων ἀγνοοῦντες; τί οὖν οὐκ ἐξ ἀρχῆς ἐµπειρικοὺς ὑµᾶς αὐτοὺς ἐκαλέσατε; τί δὲ πράγµαθ’ ἡµῖν παρέχετε φυσικὰς ἐνεργείας ἐπαγγελλόµενοι ζητεῖν ἰάσεως ἕνεκεν; εἰ γὰρ ἀδύνατος ἡ γαστήρ ἐστί τινι περιστέλλεσθαι καὶ τρίβειν, πῶς αὐτὴν εἰς τὸ κατὰ φύσιν ἐπανάξοµεν ἀγνοοῦντες τὴν αἰτίαν τῆς ἀδυναµίας; ἐγὼ µέν φηµι τὴν µὲν ὑπερτεθερµασµένην ἐµψυκτέον ἡµῖν εἶναι, τὴν δ’ ἐψυγµένην θερµαντέον· οὕτω δὲ καὶ τὴν ἐξηρασµένην ὑγραντέον, τὴν δ’ ὑγρασµένην ξηραντέον. ἀλλὰ καὶ κατὰ συζυγίαν, εἰ θερµοτέρα τοῦ κατὰ φύσιν ἅµα καὶ ξηροτέρα τύχοι γεγενηµένη, κεφάλαιον εἶναι τῆς ἰάσεως ἐµψύχειν θ’ ἅµα καὶ ὑγραίνειν· εἰ δ’ αὖ ψυχροτέρα τε καὶ ὑγροτέρα, θερµαίνειν τε καὶ ξηραίνειν κἀπὶ τῶν ἄλλων ὡσαύτως· οἱ δ’ ἀπ’ ᾿Ερασιστράτου τί ποτε καὶ πράξουσιν οὐδ’ ὅλως ζητεῖν τῶν ἐνεργειῶν τὰς αἰτίας ὁµολογοῦντες; ὁ γάρ τοι καρπὸς τῆς περὶ τῶν ἐνεργειῶν ζητήσεως οὗτός ἐστι, τὸ τὰς αἰτίας τῶν δυσκρασιῶν εἰδότα εἰς τὸ κατὰ φύσιν ἐπανάγειν αὐτάς, ὡς αὐτό γε [τοῦτο] µόνον τὸ γνῶναι τὴν ἑκάστου τῶν ὀργάνων ἐνέργειαν ἥτις ἐστὶν οὔπω χρηστὸν εἰς τὰς ἰάσεις. ᾿Ερασίστρατος δέ µοι δοκεῖ καὶ αὐτὸ τοῦτ’ ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώµατι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν µὴ κατά τι συµβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθ’ ἑαυτήν, αὕτη τὸ νόσηµά ἐστιν αὐτό. πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσηµάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τ’ ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ µὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον ᾿Ερασίστρατος ἠξίωσε ζητεῖσθαι τὸ πῶς πέττεται τὰ σιτία· τὸ δ’ ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας καὶ τὸ αἷµα καὶ αὐτὸ τὸ πῶς παρέλιπεν. ἀλλ’ οὔθ’ ῾Ιπποκράτης οὔτ’ ἄλλος τις ὧν ὀλίγῳ πρόσθεν ἐµνηµόνευσα φιλοσόφων ἢ ἰατρῶν ἄξιον ᾤετ’ εἶναι παραλιπεῖν· ἀλλὰ τὴν κατὰ φύσιν ἐν ἑκάστῳ ζῴῳ θερµασίαν εὔκρατόν τε καὶ µετρίως ὑγρὰν οὖσαν αἵµατος εἶναί φασι γεννητικὴν καὶ δι’ αὐτό γε τοῦτο καὶ τὸ αἷµα θερµὸν καὶ ὑγρὸν εἶναί φασι τῇ δυνάµει χυµόν, ὥσπερ τὴν ξανθὴν χολὴν θερµὴν καὶ ξηρὰν εἶναι, εἰ καὶ ὅτι µάλισθ’ ὑγρὰ φαίνεται. διαφέρειν γὰρ αὐτοῖς δοκεῖ τὸ κατὰ φαντασίαν

Скачать книгу