Скачать книгу

τινὰ δὲ ἐκ τῶν παρὰ φύσιν µὲν, ἀλλὰ µικρότερα τῶν ἐν ταῖς νόσοις. καὶ διὰ τοῦτο καὶ αἱ διαθέσεις µὲν αὗται τῶν σωµάτων, ὅσα νοσήσειν ὑπέδειξα, τῶν οὐδετέρων εἰσὶ, καὶ τὰ δηλοῦντα αὐτὰς σηµεῖα. πρώτως µὲν γὰρ ταῦτα ὑγείαν δηλοῖ, δευτέρως δὲ τὰς νόσους. καὶ γίνεται τὰ αὐτὰ σηµεῖα κατὰ τὴν πρός τι σχέσιν, οὐδέτερά τε καὶ νοσώδη· τὰ µὲν τὴν ἤδη διάθεσιν δηλοῦντα οὐδέτερα, τὰ δὲ τὴν ἐσοµένην προδηλοῦντα νοσώδη. κατὰ δὲ τὸν αὐτὸν λόγον, καὶ ὅσα τοῖς νοσοῦσιν ἐπιφαίνεται σηµεῖα σωτήρια, λεχθήσεται µὲν ὑγιεινὰ, διότι τὴν ἐσοµένην ὑγείαν προδηλοῖ· λεχθήσεται δὲ καὶ νοσερὰ, καθόσον τὴν ὑπάρχουσαν νόσον ἐνδείκνυται. καὶ δῆλον ὡς, ὅσαπερ ἀµφοῖν ἐστι δηλωτικὰ, λεχθείη ἂν οὐδέτερα καθ’ ἕν τι τῶν σηµαινοµένων τῆς οὐδετέρου φωνῆς. οὐδὲν δὲ θαυµαστὸν, τὰ αὐτὰ σηµεῖα τοὺς τρεῖς ἔχειν λόγους ἐν διαφερούσαις σχέσεσιν, ὑγιεινά τε καὶ νοσερὰ, καὶ οὐδέτερα λεγόµενα. καθ’ ἕτερον δὲ σηµαινόµενον, ὅσα τοῖς ἀνακοµιζοµένοις ἐκ νόσων ὑπάρχει σηµεῖα, λέγοµεν οὐδέτερα, καθ’ ὃ, οἶµαι, καὶ τὰ τῶν ἐν γήρᾳ. ταῦτα µὲν οὖν ἅπαντα πλείοσιν ὑποπέπτωκεν ἐννοίαις τε καὶ λόγοις. ὅσα δὲ τοῖς ἀµέµπτως ὑγιαίνουσιν ὑπάρχει, µόνῃ τῇ τῶν ὑγιεινῶν ἐννοίᾳ, καὶ ὅσα τοῖς νοσοῦσι µὴ προδηλοῦντα τὴν ἐσοµένην ὑγείαν, µόνῃ καὶ ταῦτα τῇ τῶν νοσωδῶν ὑποπέπτωκεν ἐννοία. περὶ µὲν δὴ τούτων ἑξῆς εἰρήσεται. τὰ δὲ τῆς µελλούσης νόσου προγνωστικὰ διέλθωµεν πρότερον. διττῆς δὲ οὔσης τῆς αὐτῶν διαφορᾶς, προχειρισώµεθα πρότερον τὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς, οὐκ αὐταῖς ταῖς οἰκείαις ἰδέαις ἐξηλλαγµένα τῶν κατὰ φύσιν, οἷον ὄρεξιν σιτίων ἐπιτεταµένην, ἢ ἐκλελυµένην, ἢ µὴ κατὰ τὸν συνήθη καιρὸν, ἢ οὐ συνήθων ἐδεσµάτων, ἢ ἀπόκρισιν τῶν περιττωµάτων τῆς τροφῆς ἐλαττόνων, ἢ πλειόνων, ἢ ὑγροτέρων, ἢ σκληροτέρων. οὕτως δὲ καὶ τῶν ὑγρῶν περιττωµάτων ἔνδεια, καὶ πλεονεξία παρὰ τὸ κατὰ φύσιν, ἢ χροιᾶς, ἢ συστάσεως ἐξάλλαξις, ἢ καιροῦ κενώσεως, ἀγρυπνία τε καὶ πλείων ὕπνος, ἢ οὐκ ἐν καιρῷ τῷ συνήθει. κατὰ ταῦτα δὲ καὶ ἡ περὶ πόµα πλεῖον, ἢ ἔλαττον, ἢ θερµὸν, ἢ ψυχρὸν ἐπιθυµία παρὰ τὸ σύνηθες. ὥσπερ γε καὶ ἡ περὶ τὴν τῶν ἀφροδισίων χρῆσιν ἄµετρος ἢ ἄκαιρος ἐπιθυµία, ἱδρῶτες πλείους τοῦ δέοντος, ἢ ἐλάττους, ὄκνος εἰς τὰς κινήσεις, ἢ πειρωµένων κινεῖσθαι βαρύτης, ἢ ἔκλυσις ἰσχυρὰ, καταµηνίων κρύψις, ἢ πλείων, ἢ ἐλάττων κένωσις. οὕτω δὲ καὶ ἡ δι’ αἱµοῤῥοΐδων. ἀλλὰ καὶ ἡ κατ’ αὐτὴν τὴν ἐδωδὴν ἢ πόσιν οὐχ ὁµοία τῇ πρόσθεν ἡδονὴ γνώρισµά ἐστι µέλλοντος νοσήµατος. οὕτως δὲ καὶ ἡ τῆς δια-νοίας ἀµβλύτης οὐ κατὰ φύσιν, ἢ ἐπιλησµοσύνη τις ἀήθης, ἢ φαντασιωδέστεροι τῶν ἔµπροσθεν ὕπνοι. καὶ µὲν δὴ καὶ ἀκοὴ, καὶ ὄσφρησις, καὶ ὄψις ἀµβλύτεραί τε καὶ ἀχλυωδέστεραι. καὶ ἁπλῶς εἰπεῖν, ὅσα κατὰ φύσιν ὑπῆρξε, τὰ µὲν αὐξανόµενα, τὰ δὲ µειούµενα, τὰ δὲ καιροῖς τισιν, ἢ ποσότησιν, ἢ ποιότησιν ἐξαλλαττόµενα.

Скачать книгу