ТОП просматриваемых книг сайта:
Сочинения. Том 4. Гален
Читать онлайн.6.1.23. διὰ ταύτας µὲν ἤδη τὰς αἰτίας, ἄν τ’ ἐνέργειάν τις ἄν τε πάθος εἴπῃ τὸν θυµὸν ἢ τὴν ἐπιθυµίαν ἤ τι τῶν ἄλλων τῶν κατὰ ταῦτα παθῶν, οὐ χρὴ µέµφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ σηµαινόµενα ἐκ τῆς φωνῆς, ἐφ’ ὅ τι φέρων οὕτως ὠνόµασεν.
6.1.24. Eὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε µὲν ἐνεργείας, ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῆν καὶ τὸ πεινῆν καὶ ὅλως τὰς ἐπιθυµίας καὶ τοὺς θυµούς.
6.1.25. καὶ µὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ οὕτως ἢ ἐκείνως ὀνοµάζειν, ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὧδε γράφει· “ἆρ’ οὖν, ἦν δ’ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιηµάτων εἴτε παθηµάτων;”
6.1.26. διὰ παραδειγµάτων δ’ ἐναργέστερον τοῦτο διδάξαι προελόµενος ἐπιφέρων φησί· “τί οὖν; ἦν δ’ ἐγώ, διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυµίας καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυµοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυµῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί <οἱ> γενέσθαι, ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὐτὴν ὥσπερ τινὸς ἐρ‹ωτ›ῶντος ἐπορεγοµένην αὐτοῦ τῆς γενέσεως; —ἔγωγε—. τί δέ; τὸ ἀβουλεῖν καὶ µὴ ἐθέλειν µηδ’ ἐπιθυµεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς καὶ εἰς ἅπαντα τὰ ἐναντία ἐκείνοις θήσοµεν;”
6.1.27. αὗται µὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ µόνον ὅπερ ἐλέγοµεν ἐπιδεικνύουσαι σαφῶς, ὡς τὸ πεινῆν καὶ τὸ διψῆν καὶ ὅλως τὸ ἐπιθυµεῖν τινος ἢ ἐφίεσθαί τε καὶ φεύγειν εἴτε ποιήµατά τις εἴτε παθήµατα, τουτέστιν εἴτε ἐνεργείας εἴτε πάθη προσαγορεύσειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν µερῶν τῆς ψυχῆς διδάσκουσαι.
6.2.1. Διὸ καὶ καλῶς ἂν ἔχοι µὴ παραδραµεῖν αὐτάς, ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡµῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κἀνταῦθα τῷ λεγοµένῳ τὸν νοῦν ἀπ’ αὐτῶν ἀρξαµένους αὖθις τῶν ὀνοµάτων καὶ µὴ νοµίζειν ἐπιλανθά νεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ λεγοµένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡµῶν ἔχειν εἰπὼν αὖθις εἰς τρία µέρη διαιρεῖσθαι φάσκῃ.
6.2.2. καὶ γὰρ εἴδη καὶ µέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνοµάζοι τὸ λογιστικὸν καὶ τὸ θυµοειδὲς καὶ τὸ ἐπιθυµητικόν, ὥσπερ εἰ καὶ σώµατος εἴδη τις εἰπὼν εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον ὀστοῦν τε καὶ χόνδρον καὶ σάρκα καὶ τἆλλα ὅσα τοιαῦτα, µετὰ ταῦθ’ ὡς περὶ µερῶν αὐτῶν διαλέγοιτο.
6.2.3. καὶ γὰρ καὶ µέρη τοῦ σώµατος ἡµῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, —συµπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν—, καὶ µέντοι καὶ εἴδη τοῦ σώµατος οὐδὲν ἧττον·ἐν µόνοις γὰρ τοῖς ὁµ