ТОП просматриваемых книг сайта:
Сочинения. Том 2. Гален Клавдий
Читать онлайн.39. ἑξῆς δὲ σκο πῶµεν, εἰ λείπει τι πρὸς τὴν ἴασιν· ἔοικε γὰρ λείπειν οὐ µικρά. τῶν πεπονθότων αὐτῶν, ἐν οἷς ἐστι τὸ περιττὸν τοῦ ῥεύµατος, ἔνια µὲν ἀραιὰ καὶ χαῦνα καὶ µαλακὰ τὴν φύσιν ἐστὶν, ἔνια δὲ πυκνὰ καὶ πεπιληµένα καὶ σκληρά. τὰ µὲν οὖν πρότερα ῥᾳδίως ἐκκενοῦται. τὰ δ’ ἕτερα δριµυτέρων δεῖται τῶν κενωσόντων αὐτὰ, καὶ προσέτι λεπτοµερεστέρων. ἂν δὲ καὶ κατὰ συχνοῦ κεῖνται βάθους, ἔτι δὴ καὶ µᾶλλον. αὕτη σοι πάλιν ἔνδειξις ἑτέρα παρὰ τῆς οὐσίας τοῦ πεπονθότος. ἄλλη δ’ ἀπὸ τῆς διαπλάσεως ἅµα καὶ θέσεως. ὑποκείσθω γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν ἥπατι τὴν προειρηµένην εἶναι διάθεσιν, ἐν τοῖς στενοῖς πέρασι τῶν ἀγγείων ἐσφηνωµένων ὑγρῶν, ἤτοι γλίσχρων, ἢ παχέων, ἢ πολλῶν. ἆρ’ οὐχ ἕτοιµον ἐδέσµασί τε καὶ πόµασι λεπτυντικοῖς τὸ πάχος µὲν πρῶτον ἅµα τῇ γλισχρότητι λεπτοµερὲς ἐργάζεσθαι· δεύτερον δὲ, µὴ διὰ τῶν ἀοράτων καὶ στενῶν µόνον, ἀλλὰ καὶ δι’ εὐρειῶν ὁδῶν ἐκκενῶσαι τὸ λυποῦν; εὐρύτεραι γάρ εἰσι κατὰ τὸ ἧπαρ αἱ φλέβες, ὥσπερ καὶ πλεῖσται· τελευτῶσι δ’ αἱ µὲν ἐν τοῖς κυρτοῖς εἰς τὴν κοίλην, αἱ δ’ ἐν τοῖς σιµοῖς ἐπὶ πύλας. ὥστ’ ἤδη σοι ῥᾷστον, ἐν ὁποτέραις ἂν ὦσιν αἱ σφηνώσεις, ἐκκενοῦν ἑτοί µως αὐτὰς, ἕλκοντα µὲν εἰς τὴν γαστέρα διὰ τῶν ἑλκτικῶν τε καὶ ἀναστοµωτικῶν, ὅσα τῶν ὑγρῶν ἐσφήνωται, κατὰ τὰς ἐν τοῖς σιµοῖς φλέβας, ἐπ’ οὖρα δὲ προτρέποντα διὰ τῆς κοίλης