Скачать книгу

βούλει, ἔφη, ἐπ» ἐμοῦ λέγειν περὶ τῶν ἐρωτικῶν ὅτι οὕτω ποιοῦσι, συγχωρῶ τοῦ λόγου χάριν.

      τί δέ; ἦν δ» ἐγώ: τοὺς φιλοίνους οὐ τὰ αὐτὰ ταῦτα ποιοῦντας ὁρᾷς; πάντα οἶνον ἐπὶ πάσης προφάσεως ἀσπαζομένους;

      καὶ μάλα.

      καὶ μὴν φιλοτίμους γε, ὡς ἐγᾦμαι, καθορᾷς ὅτι, ἂν μὴ στρατηγῆσαι δύνωνται, τριττυαρχοῦσιν, κἂν μὴ ὑπὸ μειζόνων

      475b

      καὶ σεμνοτέρων τιμᾶσθαι, ὑπὸ σμικροτέρων καὶ φαυλοτέρων τιμώμενοι ἀγαπῶσιν, ὡς ὅλως τιμῆς ἐπιθυμηταὶ ὄντες.

      κομιδῇ μὲν οὖν.

      τοῦτο δὴ φάθι ἢ μή: ἆρα ὃν ἄν τινος ἐπιθυμητικὸν λέγωμεν, παντὸς τοῦ εἴδους τούτου φήσομεν ἐπιθυμεῖν, ἢ τοῦ μέν, τοῦ δὲ οὔ;

      παντός, ἔφη.

      οὐκοῦν καὶ τὸν φιλόσοφον σοφίας φήσομεν ἐπιθυμητὴν εἶναι, οὐ τῆς μέν, τῆς δ» οὔ, ἀλλὰ πάσης;

      ἀληθῆ.

      τὸν ἄρα περὶ τὰ μαθήματα δυσχεραίνοντα, ἄλλως τε

      475c

      καὶ νέον ὄντα καὶ μήπω λόγον ἔχοντα τί τε χρηστὸν καὶ μή, οὐ φήσομεν φιλομαθῆ οὐδὲ φιλόσοφον εἶναι, ὥσπερ τὸν περὶ τὰ σιτία δυσχερῆ οὔτε πεινῆν φαμεν οὔτ» ἐπιθυμεῖν σιτίων, οὐδὲ φιλόσιτον ἀλλὰ κακόσιτον εἶναι.

      καὶ ὀρθῶς γε φήσομεν.

      τὸν δὲ δὴ εὐχερῶς ἐθέλοντα παντὸς μαθήματος γεύεσθαι καὶ ἁσμένως ἐπὶ τὸ μανθάνειν ἰόντα καὶ ἀπλήστως ἔχοντα, τοῦτον δ» ἐν δίκῃ φήσομεν φιλόσοφον: ἦ γάρ;

      475d

      καὶ ὁ Γλαύκων ἔφη: πολλοὶ ἄρα καὶ ἄτοποι ἔσονταί σοι τοιοῦτοι. οἵ τε γὰρ φιλοθεάμονες πάντες ἔμοιγε δοκοῦσι τῷ καταμανθάνειν χαίροντες τοιοῦτοι εἶναι, οἵ τε φιλήκοοι ἀτοπώτατοί τινές εἰσιν ὥς γ» ἐν φιλοσόφοις τιθέναι, οἳ πρὸς μὲν λόγους καὶ τοιαύτην διατριβὴν ἑκόντες οὐκ ἂν ἐθέλοιεν ἐλθεῖν, ὥσπερ δὲ ἀπομεμισθωκότες τὰ ὦτα ἐπακοῦσαι πάντων χορῶν περιθέουσι τοῖς Διονυσίοις οὔτε τῶν κατὰ πόλεις οὔτε τῶν κατὰ κώμας ἀπολειπόμενοι. τούτους οὖν πάντας καὶ ἄλλους τοιούτων τινῶν

      475e

      μαθητικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους φήσομεν;

      οὐδαμῶς, εἶπον, ἀλλ» ὁμοίους μὲν φιλοσόφοις.

      τοὺς δὲ ἀληθινούς, ἔφη, τίνας λέγεις;

      τοὺς τῆς ἀληθείας, ἦν δ» ἐγώ, φιλοθεάμονας.

      καὶ τοῦτο μέν γ», ἔφη, ὀρθῶς: ἀλλὰ πῶς αὐτὸ λέγεις;

      οὐδαμῶς, ἦν δ» ἐγώ, ῥᾳδίως πρός γε ἄλλον: σὲ δὲ οἶμαι ὁμολογήσειν μοι τὸ τοιόνδε.

      τὸ ποῖον;

      ἐπειδή ἐστιν ἐναντίον καλὸν αἰσχρῷ, δύο αὐτὼ εἶναι.

      476a

      πῶς δ» οὔ;

      οὐκοῦν ἐπειδὴ δύο, καὶ ἓν ἑκάτερον;

      καὶ τοῦτο.

      καὶ περὶ δὴ δικαίου καὶ ἀδίκου καὶ ἀγαθοῦ καὶ κακοῦ καὶ πάντων τῶν εἰδῶν πέρι ὁ αὐτὸς λόγος, αὐτὸ μὲν ἓν ἕκαστον εἶναι, τῇ δὲ τῶν πράξεων καὶ σωμάτων καὶ ἀλλήλων κοινωνίᾳ πανταχοῦ φανταζόμενα πολλὰ φαίνεσθαι ἕκαστον.

      ὀρθῶς, ἔφη, λέγεις.

      ταύτῃ τοίνυν, ἦν δ» ἐγώ, διαιρῶ, χωρὶς μὲν οὓς νυνδὴ ἔλεγες φιλοθεάμονάς τε καὶ φιλοτέχνους

Скачать книгу